Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πόνους πονήσας μυρίους.
Ὀρέστης
  1. πλήν γʼ εἰς ἐμέ.
Μενέλαος
  1. πέπονθα δεινά.
Ὀρέστης
  1. τότε γὰρ ἦσθʼ ἀνωφελής.
Μενέλαος
  1. ἔχεις με.
Ὀρέστης
  1. σαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς.
  2. ἀλλʼ εἶʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε·
  3. σύ τʼ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,
  4. Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.
Μενέλαος
  1. ὦ γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται,
  2. οὐκ εἶʼ ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
  3. πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
  4. ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
Ἀπόλλων
  1. Μενέλαε, παῦσαι λῆμʼ ἔχων τεθηγμένον·
  2. Φοῖβός σʼ ὁ Λητοῦς παῖς ὅδʼ ἐγγὺς ὢν καλῶ·
  3. σύ θʼ ὃς ξιφήρης τῇδʼ ἐφεδρεύεις κόρῃ,
  4. Ὀρέσθʼ, ἵνʼ εἰδῇς οὓς φέρων ἥκω λόγους.
  5. Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν
  6. ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος,
  7. ἥδʼ ἐστίν, ἣν ὁρᾶτʼ ἐν αἰθέρος πτυχαῖς,