Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τίς δʼ ἂν προσείποι σέ;
- ὅστις ἐστὶ φιλοπάτωρ.
- ὅστις δὲ τιμᾷ μητέρα;
- εὐδαίμων ἔφυ.
- οὔκουν σύ γε.
- οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.
- ἄπαιρε θυγατρὸς φάσγανον.
- ψευδὴς ἔφυς.
- ἀλλὰ κτενεῖς μου θυγατέρα;
- οὐ ψευδὴς ἔτʼ εἶ.
- οἴμοι, τί δράσω;
- πεῖθʼ ἐς Ἀργείους μολὼν —
- πειθὼ τίνα;
- ἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν.
- ἢ παῖδά μου φονεύσετε;
- ὧδʼ ἔχει τάδε.
- ὦ τλῆμον Ἑλένη —
- τἀμὰ δʼ οὐχὶ τλήμονα;
- σὲ σφάγιον ἐκόμισʼ ἐκ Φρυγῶν —
- εἰ γὰρ τόδʼ ἦν.