Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;
- φησὶν σιωπῶν· ἀρκέσω δʼ ἐγὼ λέγων.
- ἀλλʼ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.
- οὐ φευξόμεσθα· πυρὶ δʼ ἀνάψομεν δόμους.
- ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;
- ὡς μή γʼ ἔχῃς σύ, τήνδʼ ἐπισφάξας πυρί.
- κτεῖνʼ· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.
- ἔσται τάδε.
- ἆ ἆ, μηδαμῶς δράσῃς τάδε.
- σίγα νυν, ἀνέχου δʼ ἐνδίκως πράσσων κακῶς.
- ἦ γὰρ δίκαιον ζῆν σε;
- καὶ κρατεῖν γε γῆς.
- ποίας;
- ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.
- εὖ γοῦν θίγοις ἂν χερνίβων —
- τί δὴ γὰρ οὔ;
- καὶ σφάγια πρὸ δορὸς καταβάλοις.
- σὺ δʼ ἂν καλῶς;
- ἁγνὸς γάρ εἰμι χεῖρας.
- ἀλλʼ οὐ τὰς φρένας.