Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μοχλοῖς δʼ ἄραρε κλῇθρα, σῆς βοηδρόμου
- σπουδῆς ἅ σʼ εἴρξει, μὴ δόμων ἔσω περᾶν.
- ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,
- δόμων δʼ ἐπʼ ἄκρων τούσδε πυργηρουμένους,
- ξίφος δʼ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.
- πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;
- οὐδέτερʼ· ἀνάγκη δʼ, ὡς ἔοικε, σου κλύειν.
- μέλλω κτενεῖν σου θυγατέρʼ, εἰ βούλῃ μαθεῖν.
- Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;
- εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.
- ἀρνῇ κατακτὰς κἀφʼ ὕβρει λέγεις τάδε;
- λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον —
- τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.
- τὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν.
- ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.
- θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.
- ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;
- ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.
- οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;
- οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.