Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐκέτʼ ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς,
  2. ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρ
  3. πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.
Μενέλαος
  1. ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια
  2. δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρʼ αὐτὼ καλῶ.
  3. ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
  4. ὡς οὐ τέθνηκεν, ἀλλʼ ἄφαντος οἴχεται —
  5. κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
  6. ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου
  7. τεχνάσματʼ ἐστὶ ταῦτα καὶ πολὺς γέλως.
  8. ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω
  9. ὠθεῖν πύλας τάσδʼ, ὡς ἂν ἀλλὰ παῖδʼ ἐμὴν
  10. ῥυσώμεθʼ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
  11. καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτʼ ἐμὴν
  12. λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ
  13. τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.
Ὀρέστης
  1. οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί·
  2. Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·
  3. ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
  4. ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.