Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,
  2. τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει
  3. σύγγονόν τʼ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι,
  4. παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.
Χορός
  1. — ἰὼ ἰὼ τύχα,
  2. ἕτερον εἰς ἀγῶνʼ, ἕτερον αὖ δόμος
  3. φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.
  4. — τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε;
  5. ἢ σῖγʼ ἔχωμεν; ἀσφαλέστερον, φίλαι.
  6. — ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει
  7. θοάζων ὅδʼ αἰθέρος ἄνω καπνός.
  8. — ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμους
  9. τοὺς Τανταλείους, οὐδʼ ἀφίστανται φόνου.
  10. — τέλος ἔχει δαίμων βροτοῖς,
  11. τέλος ὅπᾳ θέλῃ.
  12. — μεγάλα δέ τις ἁ δύναμις διʼ ἀλαστόρων
  13. ἔπεσʼ ἔπεσε μέλαθρα τάδε διʼ αἱμάτων
  14. διὰ τὸ Μυρτίλου πέσημʼ ἐκ δίφρου.
Χορός
  1. ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας
  2. ὀξύπουν, ᾐσθημένον που τὴν τύχην ἣ νῦν πάρα.