Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὄμοσον — εἰ δὲ μή, κτενῶ σε — μὴ λέγειν ἐμὴν χάριν.
Φρύξ
  1. τὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ.
Ὀρέστης
  1. ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;
Φρύξ
  1. ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.
Ὀρέστης
  1. μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόνʼ εἰσιδών;
Φρύξ
  1. μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα.
Ὀρέστης
  1. δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν;
Φρύξ
  1. πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν.
Ὀρέστης
  1. εὖ λέγεις· σῴζει σε σύνεσις. ἀλλὰ βαῖνʼ ἔσω δόμων.
Φρύξ
  1. οὐκ ἄρα κτενεῖς με;
Ὀρέστης
  1. ἀφεῖσαι.
Φρύξ
  1. καλὸν ἔπος λέγεις τόδε.
Ὀρέστης
  1. ἀλλὰ μεταβουλευσόμεσθα.
Φρύξ
  1. τοῦτο δʼ οὐ καλῶς λέγεις.
Ὀρέστης
  1. μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην·
  2. οὔτε γὰρ γυνὴ πέφυκας — οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ.
  3. τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων·
  4. ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.
  5. Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·
  6. ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος·