Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἤτοι φαρμάκοισιν ἢ
- μάγων τέχναις ἢ θεῶν κλοπαῖς.
- τὰ δʼ ὕστερʼ οὐκέτʼ οἶδα· δρα-
- πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.
- πολύπονα δὲ πολύπονα πάθεα
- Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ-
- πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.
- καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·
- ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων
- βαίνοντʼ Ὀρέστην ἐπτοημένῳ ποδί.
- ποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;
- προσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.
- οὐκ ἐν Ἰλίῳ τάδʼ ἐστίν, ἀλλʼ ἐν Ἀργείᾳ χθονί.
- πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.
- οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;
- σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.
- ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο;
- ἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.
- δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.
- οὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο;