Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- δὴ τότε διαπρεπεῖς τότʼ ἐγένοντο Φρύγες,
- ὅσον Ἄρεως ἀλκὰν
- ἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς,
- ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν,
- ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος,
- θανάτου προβολάν·
- ὑπὸ σκότον δʼ ἐφεύγομεν·
- νεκροὶ δʼ ἔπιπτον, οἳ δʼ ἔμελλον, οἳ δʼ ἔκειντʼ.
- ἔμολε δʼ ἁ τάλαινʼ Ἑρμιόνα δόμους
- ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ
- νιν ἔτεκεν τλάμων.
- ἄθυρσοι δʼ
- οἷά νιν δραμόντε Βάκχαι
- σκύμνον ἐν χεροῖν ὀρείαν
- ξυνήρπασαν· πάλιν δὲ τὰν Διὸς κόραν
- ἐπὶ σφαγὰν ἔτεινον· ἃ δʼ
- ἐκ θαλάμων
- ἐγένετο διαπρὸ δωμάτων
- ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ
- καὶ φῶς καὶ νύξ,