Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον
- ἴχνος ἔφερεν ἔφερεν· ἐς
- κόμας δὲ δακτύλους δικὼν Ὀρέστας,
- Μυκηνίδʼ ἀρβύλαν προβάς,
- ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην,
- παίειν λαιμῶν ἔμελ-
- λεν εἴσω μέλαν ξίφος.
- ποῦ δʼ ἦτʼ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;
- ἰαχᾷ
- δόμων θύρετρα καὶ σταθμοὺς
- μοχλοῖσιν ἐκβαλόντες, ἔνθʼ ἐμίμνομεν,
- βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης,
- ὃ μὲν πέτρους, ὃ δʼ ἀγκύλας,
- ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
- ἔναντα δʼ ἦλθε Πυλάδης
- ἀλίαστος, οἷος οἷος Ἕκ-
- τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας,
- ὃν εἶδον εἶδον ἐν πύλαις
- Πριαμίσι· φασγάνων δʼ ἀκμὰς
- συνήψαμεν.