Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἰδαία μᾶτερ
- μᾶτερ ὀβρίμα ὀβρίμα,
- αἰαὶ φονίων παθέων ἀνόμων
- τε κακῶν ἅπερ ἔδρακον ἔδρακον
- ἐν δόμοις τυράννων.
- ἀμφιπορφυρέων πέπλων
- ὑπὸ σκότου ξίφη σπάσα-
- ντες ἄλλος ἄλλοσʼ ἐν χεροῖν
- δίνασεν ὄμμα, μή τις παρὼν τύχοι.
- ὡς κάπροι δʼ ὀρέστεροι γυ-
- ναικὸς ἀντίοι σταθέντες
- ἐννέπουσι· Κατθανῇ
- κατθανῇ,
- κακός σʼ ἀποκτείνει πόσις,
- κασιγνήτου προδοὺς
- ἐν Ἄργει θανεῖν γόνον.
- ἃ δʼ ἀνίαχεν ἴ-
- αχεν· Ὤμοι μοι.
- λευκὸν δʼ ἐμβαλοῦσα πῆχυν στέρνοις
- κτύπησε κρᾶτα μέλεον πλαγᾷ·