Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ματα συστολίσαι χρῄζουσα λίνῳ,
  2. φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ.
  3. προσεῖπεν δʼ Ὀρέστας
  4. Λάκαιναν κόραν· ὦ
  5. Διὸς παῖ, θὲς ἴχνος
  6. πέδῳ δεῦρʼ ἀποστᾶσα κλισμοῦ,
  7. Πέλοπος ἐπὶ προπάτορος ἕδραν
  8. παλαιᾶς ἑστίας,
  9. ἵνʼ εἰδῇς λόγους ἐμούς. —
  10. ἄγει δʼ ἄγει νιν· ἃ δʼ ἐφείπετʼ,
  11. οὐ πρόμαντις ὧν ἔμελλεν·
  12. ὁ δὲ συνεργὸς ἄλλʼ ἔπρασσʼ
  13. ἰὼν κακὸς Φωκεύς·
  14. οὐκ ἐκποδὼν ἴτʼ; ἀλλʼ ἀεὶ κακοὶ Φρύγες.
  15. ἔκλῃσε δʼ ἄλλον ἄλλοσʼ ἐν
  16. στέγαισι· τοὺς μὲν ἐν σταθμοῖ-
  17. σιν ἱππικοῖσι, τοὺς δʼ ἐν ἐξ-
  18. έδραισι, τοὺς δʼ ἐκεῖσʼ ἐκεῖθεν ἄλλον ἄλ-
  19. λοσε διαρμόσας ἀποπρὸ δεσποίνας.
Χορός
  1. τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο;