Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἑλένας ἄμφω.
- ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον
- ἀμφίπολοι Φρύγες·
- προσεῖπε δʼ ἄλλος ἄλλον ἐν φόβῳ πεσών,
- μή τις εἴη δόλος.
- κἀδόκει τοῖς μὲν οὔ,
- τοῖς δʼ ἐς ἀρκυστάταν
- μηχανὰν ἐμπλέκειν
- παῖδα τὰν Τυνδαρίδʼ ὁ
- μητροφόντας δράκων.
- σὺ δʼ ἦσθα ποῦ τότʼ; ἢ πάλαι φεύγεις φόβῳ,
- Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις
- παρὰ βόστρυχον αὔραν αὔραν
- Ἑλένας Ἑλένας εὐπαγεῖ
- κύκλῳ πτερίνῳ πρὸ παρηίδος
- ἀίσσων βαρβάροις νόμοισιν.
- ἃ δὲ λίνον ἠλακάτᾳ
- δακτύλοις ἕλισσεν,
- νῆμα δʼ ἵετο πέδῳ,
- σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-