Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἀσιάδι φωνᾷ, βασιλέων
- ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν
- σιδαρέοισιν Ἅιδα.
- ἦλθον ἐς δόμους, ἵνʼ αὔθʼ ἕ-
- καστά σοι λέγω, λέοντες
- Ἕλλανες δύο διδύμω·
- τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθʼ,
- ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,
- οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος,
- πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,
- ξυνετὸς πολέμου, φόνιός τε δράκων.
- ἔρροι τᾶς ἡσύχου
- προνοίας κακοῦργος ὤν.
- οἳ δὲ πρὸς θρόνους ἔσω
- μολόντες ἇς ἔγημʼ ὁ τοξότας Πάρις
- γυναικός, ὄμμα δακρύοις
- πεφυρμένοι, ταπεινοὶ
- ἕζονθʼ, ὃ μὲν τὸ κεῖθεν, ὃ δὲ
- τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι.
- περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλον