Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ταυρόκρανος ἀγκάλαις
- ἑλίσσων κυκλοῖ χθόνα;
- τί δʼ ἔστιν, Ἑλένης πρόσπολʼ. Ἰδαῖον κάρα;
- Ἴλιον Ἴλιον, ὤμοι μοι,
- Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ-
- δας ὄρος ἱερόν, ὥς σʼ ὀλόμενον στένω
- ἁρμάτειον ἁρμάτειον μέλος
- βαρβάρῳ βοᾷ διʼ ὀρνιθόγονον
- ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας
- σκύμνου, δυσελένας
- δυσελένας,
- ξεστῶν περγάμων Ἀπολλωνίων
- ἐρινύν· ὀττοτοῖ·
- ἰαλέμων ἰαλέμων
- Δαρδανία τλᾶμον Γανυμήδεος
- ἱπποσύνᾳ, Διὸς εὐνέτα.
- σαφῶς λέγʼ ἡμῖν αὔθʼ ἕκαστα τἀν δόμοις.
- τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσʼ ἔχω.
- αἴλινον αἴλινον ἀρχὰν θανάτου
- βάρβαροι λέγουσιν, αἰαῖ,