Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καθαιμακτὸν ἐν δόμοις κείμενον,
  2. ἢ καὶ λόγον του προσπόλων πυθώμεθα·
  3. τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δʼ οὐ σαφῶς.
  4. — διὰ δίκας ἔβα θεῶν
  5. νέμεσις ἐς Ἑλέναν.
  6. δακρύοισι γὰρ Ἑλλάδʼ ἅπασαν ἔπλησε,
  7. διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον
  8. Πάριν, ὃς ἄγαγʼ Ἑλλάδʼ εἰς Ἴλιον.
Χορός
  1. ἀλλὰ κτυπεῖ γὰρ κλῇθρα βασιλείων δόμων,
  2. σιγήσατʼ· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν,
  3. οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει.
Φρύξ
  1. Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα
  2. βαρβάροις ἐν εὐμάρι-
  3. σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα
  4. Δωρικάς τε τριγλύφους,
  5. φροῦδα φροῦδα, γᾶ γᾶ,
  6. βαρβάροισι δρασμοῖς.
  7. αἰαῖ·
  8. πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρʼ ἀμ-
  9. πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν