Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.
- ἴθʼ εἰς ἀγῶνα δεῦρʼ, ἐγὼ δʼ ἡγήσομαι·
- σωτηρίας γὰρ τέρμʼ ἔχεις ἡμῖν μόνη.
- ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.
- σώθηθʼ ὅσον γε τοὐπʼ ἐμέ.
- ὦ κατὰ στέγας
- φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθʼ ἄγραν;
- οἲ ἐγώ· τίνας τούσδʼ εἰσορῶ;
- σιγᾶν χρεών·
- ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.
- ἔχεσθʼ ἔχεσθε· φάσγανον δὲ πρὸς δέρῃ
- βάλλοντες ἡσυχάζεθʼ, ὡς εἰδῇ τόδε
- Μενέλαος, οὕνεκʼ ἄνδρας, οὐ Φρύγας κακούς,
- εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.
- — ἰὼ ἰὼ φίλαι,
- κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν
- πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος
- μὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον,
- βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,
- πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον