Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὦ παρθένʼ, ἥκεις τὸν Κλυταιμήστρας τάφον
  2. στέψασα καὶ σπείσασα νερτέροις χοάς;
Ἑρμιόνη
  1. ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοι
  2. φόβος τις εἰσελήλυθʼ, ἥντινʼ ἐν δόμοις
  3. τηλουρὸς οὖσα δωμάτων κλύω βοήν.
Ἠλέκτρα
  1. τί δʼ; ἄξιʼ ἡμῖν τυγχάνει στεναγμάτων.
Ἑρμιόνη
  1. εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις;
Ἠλέκτρα
  1. θανεῖν Ὀρέστην κἄμʼ ἔδοξε τῇδε γῇ.
Ἑρμιόνη
  1. μὴ δῆτʼ, ἐμοῦ γε συγγενεῖς πεφυκότας.
Ἠλέκτρα
  1. ἄραρʼ· ἀνάγκης δʼ ἐς ζυγὸν καθέσταμεν.
Ἑρμιόνη
  1. ἦ τοῦδʼ ἕκατι καὶ βοὴ κατὰ στέγας;
Ἠλέκτρα
  1. ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ —
Ἑρμιόνη
  1. τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς.
Ἠλέκτρα
  1. τλήμων Ὀρέστης· μὴ θανεῖν, ἐμοῦ θʼ ὕπερ.
Ἑρμιόνη
  1. ἐπʼ ἀξίοισί τἄρʼ ἀνευφημεῖ δόμος.
Ἠλέκτρα
  1. περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;
  2. ἀλλʼ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,
  3. σῇ μητρὶ προσπεσοῦσα τῇ μέγʼ ὀλβίᾳ,
  4. Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.
  5. ἀλλʼ, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,