Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Μενέλαε, θνῄσκω· σὺ δὲ παρών μʼ οὐκ ὠφελεῖς.
- φονεύετε, καίνετε,
- ὄλλυτε, δίπτυχα δίστομα φάσγανα
- ἐκ χερὸς ἱέμενοι
- τὰν λιποπάτορα λιπόγαμον, ἃ
- πλείστους ἔκανεν Ἑλλάνων
- δορὶ παρὰ ποταμὸν ὀλομένους,
- ὅθι δάκρυα δάκρυσιν ἔπεσεν
- σιδαρέοισι βέλεσιν ἀμ-
- φὶ τὰς Σκαμάνδρου δίνας.
- σιγᾶτε σιγᾶτʼ· ᾐσθόμην κτύπου τινὸς
- κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.
- ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον
- ἥδʼ Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν.
- στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους.
- καλὸν τὸ θήραμʼ, ἢν ἁλῷ, γενήσεται.
- πάλιν κατάστηθʼ ἡσύχῳ μὲν ὄμματι,
- χρόᾳ δʼ ἀδήλῳ τῶν δεδραμένων πέρι·
- κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,
- ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα.