Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- δὸς ἀγγελίαν ἀγαθάν τινʼ,
- εἰ τάδʼ ἔρημα τὰ πρόσθʼ αὐλᾶς.
- καλῶς τά γʼ ἐνθένδʼ. ἀλλὰ τἀπὶ σοῦ σκόπει·
- ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται.
- ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῇδʼ ὄχλος.
- φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.
- τί μέλλεθʼ οἱ κατʼ οἶκον ἐν ἡσυχίᾳ
- σφάγια φοινίσσειν;
- οὐκ εἰσακούουσʼ· ὦ τάλαινʼ ἐγὼ κακῶν.
- ἆρʼ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;
- τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας
- ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει.
- σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·
- ἀλλʼ αἳ μὲν ἐνθάδʼ, αἳ δʼ ἐκεῖσʼ ἑλίσσετε.
- ἀμείβω κέλευθον σκοποῦσα πάντῃ.
- ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.
- — ἠκούσαθʼ; ἅνδρες χεῖρʼ ἔχουσιν ἐν φόνῳ.
- — Ἑλένης τὸ κώκυμʼ ἐστίν, ὡς ἀπεικάσαι.
- ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,
- ἔλθʼ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως.