Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τί δέ με τόδε χρέος ἀπύεις;
  2. ἔνεπέ μοι, φίλα.
Ἠλέκτρα
  1. φόβος ἔχει με μή τις ἐπὶ δώμασι
  2. σταθεὶς ἐπὶ φοίνιον αἷμα
  3. πήματα πήμασιν ἐξεύρῃ.
Ἡμίχορος
  1. χωρεῖτʼ, ἐπειγώμεσθʼ· ἐγὼ μὲν οὖν τρίβον
  2. τόνδʼ ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς.
Ἡμίχορος
  1. καὶ μὴν ἐγὼ τόνδʼ, ὃς πρὸς ἑσπέραν φέρει.
Ἠλέκτρα
  1. δόχμιά νυν κόρας διάφερʼ ὀμμάτων.
Χορός
  1. ἐκεῖθεν ἐνθάδʼ, εἶτα παλινσκοπιὰν
  2. ἔχομεν, ὡς θροεῖς.
Ἠλέκτρα
  1. ἑλίσσετέ νυν βλέφαρα,
  2. κόραισι δίδοτε πάντα διὰ βοστρύχων.
Ἡμίχορος
  1. ὅδε τις ἐν τρίβῳ προσέρχεται. τίς ὅδʼ ἄρʼ ἀμ-
  2. φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ;
Ἠλέκτρα
  1. ἀπωλόμεσθʼ ἄρʼ, ὦ φίλαι· κεκρυμμένους
  2. θῆρας ξιφήρεις αὐτίκʼ ἐχθροῖσιν φανεῖ.
Ἡμίχορος
  1. ἄφοβος ἔχε· κενός, ὦ φίλα,
  2. στίβος ὃν οὐ δοκεῖς.
Ἠλέκτρα
  1. τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει;