Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἔκτεινα μητέρα —
- ἡψάμην δʼ ἐγὼ ξίφους —
- ἐγὼ δʼ ἐπεβούλευσα κἀπέλυσʼ ὄκνου —
- σοί, πάτερ, ἀρήγων.
- οὐδʼ ἐγὼ προύδωκά σε.
- οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;
- δακρύοις κατασπένδω σε.
- ἐγὼ δʼ οἴκτοισί γε.
- παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.
- εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσʼ ἀραί,
- κλύει. σὺ δʼ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,
- δότʼ εὐτυχῆσαι τῷδʼ ἐμοί τε τῇδέ τε·
- τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,
- ἢ ζῆν ἅπασιν ἢ — θανεῖν ὀφείλεται.
- Μυκηνίδες ὦ φίλαι,
- τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.
- τίνα θροεῖς αὐδάν, πότνια; παραμένει
- γὰρ ἔτι σοι τόδʼ ἐν Δαναϊδῶν πόλει.
- στῆθʼ αἳ μὲν ὑμῶν τόνδʼ ἁμαξήρη τρίβον,
- αἳ δʼ ἐνθάδʼ ἄλλον οἶμον ἐς φρουρὰν δόμων.