Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.
- καλῶς· σὺ μέν νυν, σύγγονʼ Ἠλέκτρα, δόμων
- πάρος μένουσα παρθένου δέχου πόδα,
- φύλασσε δʼ ἤν τις, πρὶν τελευτηθῇ φόνος,
- ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,
- ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τʼ ἐς δόμους,
- ἢ σανίδα παίσασʼ ἢ λόγους πέμψασʼ ἔσω·
- ἡμεῖς δʼ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον
- ἀγῶνʼ ὁπλιζώμεσθα φασγάνῳ χέρας,
- Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους.
- ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ,
- καλεῖ σʼ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν
- τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας
- ἀδίκως· προδέδομαι δʼ ὑπὸ κασιγνήτου σέθεν,
- δίκαια πράξας· οὗ θέλω δάμαρθʼ ἑλὼν
- κτεῖναι· σὺ δʼ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.
- ὦ πάτερ, ἱκοῦ δῆτʼ, εἰ κλύεις ἔσω χθονὸς
- τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσʼ ὕπερ.
- ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,
- Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα.