Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην
  2. Ἑλένης Μενέλεως πτῶμʼ ἰδὼν ἐν αἵματι,
  3. μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας·
  4. ἢν δʼ ὀξυθύμου μὴ κρατῶν φρονήματος
  5. κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.
  6. καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ,
  7. χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς
  8. οὔτʼ ἄλκιμος πέφυκε. τήνδʼ ἡμῖν ἔχω
  9. σωτηρίας ἔπαλξιν. εἴρηται λόγος.
Ὀρέστης
  1. ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,
  2. τὸ σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον,
  3. ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
  4. Πυλάδη, τοιαύτης ἆρʼ ἁμαρτήσῃ τάλας
  5. γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.
Πυλάδης
  1. εἰ γὰρ γένοιτο, Φωκέων δʼ ἔλθοι πόλιν
  2. καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.
Ὀρέστης
  1. ἥξει δʼ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
  2. ὡς τἄλλα γʼ εἶπας, εἴπερ εὐτυχήσομεν,
  3. κάλλισθʼ, ἑλόντες σκύμνον ἀνοσίου πατρός.
Ἠλέκτρα
  1. καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·