Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν
- τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός.
- ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
- ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα.
- ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
- δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ.
- ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν,
- σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
- εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας,
- σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή.
- θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας
- καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. ὦ τάλαινʼ ἐγώ·
- αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
- φίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνου
- τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν
- δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.
- ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ
- χωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος.
- φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλʼ ἐμοὶ
- τόνδʼ ἐξεγεῖραι συμφορὰ γενήσεται.