Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα
- πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.
- ἐγώ, κασίγνητʼ, αὐτὸ τοῦτʼ ἔχειν δοκῶ,
- σωτηρίαν σοὶ τῷδέ τʼ ἐκ τρίτων τʼ ἐμοί.
- θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε;
- ἐπεὶ τὸ συνετόν γʼ οἶδα σῇ ψυχῇ παρόν.
- ἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε.
- λέγʼ· ὡς τὸ μέλλειν ἀγάθʼ ἔχει τινʼ ἡδονήν.
- Ἑλένης κάτοισθα θυγατέρʼ; εἰδότʼ ἠρόμην.
- οἶδʼ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.
- αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον.
- τί χρῆμα δράσουσʼ; ὑποτίθης τίνʼ ἐλπίδα;
- χοὰς κατασπείσουσʼ ὑπὲρ μητρὸς τάφῳ.
- καὶ δὴ τί μοι τοῦτʼ εἶπας ἐς σωτηρίαν;
- ξυλλάβεθʼ ὅμηρον τήνδʼ, ὅταν στείχῃ πάλιν.
- τίνος τόδʼ εἶπας φάρμακον τρισσοῖς φίλοις;
- Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ
- ἢ τόνδε κἀμέ — πᾶν γὰρ ἓν φίλον τόδε —
- λέγʼ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ
- δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντʼ ἔχειν.