Orestes
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,
- οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τι
- τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.
- σὺ γὰρ τά τʼ εἰς Αἴγισθον ἐξηῦρες κακὰ
- καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,
- νῦν τʼ αὖ δίδως μοι πολεμίων τιμωρίαν
- κοὐκ ἐκποδὼν εἶ — παύσομαί σʼ αἰνῶν, ἐπεὶ
- βάρος τι κἀν τῷδʼ ἐστίν, αἰνεῖσθαι λίαν.
- ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν
- δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,
- ἵνʼ ἀνταναλώσω μὲν οἵ με προύδοσαν,
- στένωσι δʼ οἵπερ κἄμʼ ἔθηκαν ἄθλιον.
- Ἀγαμέμνονός τοι παῖς πέφυχʼ, ὃς Ἑλλάδος
- ἦρξʼ ἀξιωθείς, οὐ τύραννος, ἀλλʼ ὅμως
- ῥώμην θεοῦ τινʼ ἔσχε· ὃν οὐ καταισχυνῶ
- δοῦλον παρασχὼν θάνατον, ἀλλʼ ἐλευθέρως
- ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.
- ἑνὸς γὰρ εἰ λαβοίμεθʼ, εὐτυχοῖμεν ἄν,
- εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία
- κτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε.