Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. νύμφας τʼ ἔθηκεν ὀρφανὰς ξυναόρων.
  2. ὀλολυγμὸς ἔσται, πῦρ τʼ ἀνάψουσιν θεοῖς,
  3. σοὶ πολλὰ κἀμοὶ κέδνʼ ἀρώμενοι τυχεῖν,
  4. κακῆς γυναικὸς οὕνεχʼ αἷμʼ ἐπράξαμεν.
  5. ὁ μητροφόντης δʼ οὐ καλῇ ταύτην κτανών,
  6. ἀλλʼ ἀπολιπὼν τοῦτʼ ἐπὶ τὸ βέλτιον πεσῇ,
  7. Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.
  8. οὐ δεῖ ποτʼ, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν,
  9. τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,
  10. μητέρα τε — ἐῶ τοῦτʼ· οὐ γὰρ εὐπρεπὲς λέγειν —
  11. δόμους δʼ ἔχειν σοὺς διʼ Ἀγαμέμνονος δόρυ
  12. λαβόντα νύμφην· μὴ γὰρ οὖν ζῴην ἔτι,
  13. ἢν μὴ ʼπʼ ἐκείνῃ φάσγανον σπασώμεθα.
  14. ἢν δʼ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,
  15. πρήσαντες οἴκους τούσδε κατθανούμεθα.
  16. ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,
  17. καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι.
Χορός
  1. πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ
  2. ἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος.
Ὀρέστης
  1. φεῦ·