Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ μὴν τόδʼ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.
Πυλάδης
  1. ἀλλʼ οὐδʼ ἐγὼ μήν, σοί γε τιμωρούμενος.
Ὀρέστης
  1. τὸ πρᾶγμα δήλου καὶ πέραινʼ, ὅπως λέγεις.
Πυλάδης
  1. ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.
Ὀρέστης
  1. ἔχω τοσοῦτον, τἀπίλοιπα δʼ οὐκ ἔχω.
Πυλάδης
  1. γόους πρὸς αὐτὴν θησόμεσθʼ ἃ πάσχομεν.
Ὀρέστης
  1. ὥστʼ ἐκδακρῦσαί γʼ ἔνδοθεν κεχαρμένην.
Πυλάδης
  1. καὶ νῷν παρέσται ταῦθʼ ἅπερ κείνῃ τότε.
Ὀρέστης
  1. ἔπειτʼ ἀγῶνα πῶς ἀγωνιούμεθα;
Πυλάδης
  1. κρύπτʼ ἐν πέπλοισι τοισίδʼ ἕξομεν ξίφη.
Ὀρέστης
  1. πρόσθεν δʼ ὀπαδῶν τίς ὄλεθρος γενήσεται;
Πυλάδης
  1. ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης.
Ὀρέστης
  1. καὶ τόν γε μὴ σιγῶντʼ ἀποκτείνειν χρεών.
Πυλάδης
  1. εἶτʼ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.
Ὀρέστης
  1. Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον.
Πυλάδης
  1. ἔγνως· ἄκουσον δʼ ὡς καλῶς βουλεύομαι.
  2. εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν
  3. ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος·
  4. νῦν δʼ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,
  5. ὧν πατέρας ἔκτεινʼ, ὧν δʼ ἀπώλεσεν τέκνα,