Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. νῦν δʼ οὐκέτʼ εἰμὶ δυστυχοῦντί σοι φίλος;
  2. οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·
  3. ἐπεὶ δὲ κατθανούμεθʼ, ἐς κοινοὺς λόγους
  4. ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ.
Ὀρέστης
  1. ὦ φίλτατʼ, εἰ γὰρ τοῦτο κατθάνοιμʼ ἰδών.
Πυλάδης
  1. πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς.
Ὀρέστης
  1. μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.
Πυλάδης
  1. σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ.
Ὀρέστης
  1. μηδὲν τρέσῃς τάσδʼ· ὡς πάρεισʼ ἡμῖν φίλαι.
Πυλάδης
  1. Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν.
Ὀρέστης
  1. πῶς; τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γʼ ἔσται καλῶς.
Πυλάδης
  1. σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν.
Ὀρέστης
  1. μάλιστα· καὶ δὴ πάντʼ ἀποσφραγίζεται.
Πυλάδης
  1. ἀλλʼ οὐκέθʼ, Ἅιδην νυμφίον κεκτημένη.
Ὀρέστης
  1. καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας.
Πυλάδης
  1. τίνας; Φρυγῶν γὰρ οὐδένʼ ἂν τρέσαιμʼ ἐγώ.
Ὀρέστης
  1. οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.
Πυλάδης
  1. τρυφὰς γὰρ ἥκει δεῦρʼ ἔχουσα Τρωικάς;
Ὀρέστης
  1. ὥσθʼ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον.
Πυλάδης
  1. οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.