Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δʼ οὐκ ἔστι δή,
  2. καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.
  3. γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδʼ ἐσφάλης,
  4. ἥν σοι κατηγγύησʼ ἑταιρίαν σέβων·
  5. σὺ δʼ ἄλλο λέκτρον παιδοποίησαι λαβών,
  6. κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτʼ ἔστι δή.
  7. ἀλλʼ, ὦ ποθεινὸν ὄμμʼ ὁμιλίας ἐμῆς,
  8. χαῖρʼ· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν·
  9. οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.
Πυλάδης
  1. ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.
  2. μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον,
  3. μὴ λαμπρὸς αἰθήρ, εἴ σʼ ἐγὼ προδούς ποτε
  4. ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.
  5. καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,
  6. καὶ πάντʼ ἐβούλευσʼ ὧν σὺ νῦν τίνεις δίκας·
  7. καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδʼ ὁμοῦ.
  8. ἐμὴν γὰρ αὐτήν, ἧς γε λέχος ἐπῄνεσα,
  9. κρίνω δάμαρτα· τί γὰρ ἐρῶ κἀγώ ποτε
  10. γῆν Δελφίδʼ ἐλθὼν Φωκέων ἀκρόπτολιν,
  11. ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,