Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐδʼ εἶφʼ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,
  2. Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;
Ὀρέστης
  1. οὐδʼ ὄμμʼ ἔδειξεν, ἀλλʼ ἐπὶ σκήπτροις ἔχων
  2. τὴν ἐλπίδʼ, εὐλαβεῖτο μὴ σῴζειν φίλους.
  3. ἀλλʼ εἶʼ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος
  4. δράσαντε κατθανούμεθʼ ἀξιώτατα.
  5. κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,
  6. παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δʼ αὖ χρεὼν
  7. ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
  8. Πυλάδη, σὺ δʼ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,
  9. καὶ κατθανόντοιν εὖ περίστειλον δέμας
  10. θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
  11. καὶ χαῖρʼ· ἐπʼ ἔργον δʼ, ὡς ὁρᾷς, πορεύομαι.
Πυλάδης
  1. ἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,
  2. εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας.
Ὀρέστης
  1. τί γὰρ προσήκει κατθανεῖν σʼ ἐμοῦ μέτα;
Πυλάδης
  1. ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;
Ὀρέστης
  1. οὐκ ἔκτανες σὴν μητέρʼ, ὡς ἐγὼ τάλας.
Πυλάδης
  1. σὺν σοί γε κοινῇ· ταὐτὰ καὶ πάσχειν με δεῖ.
Ὀρέστης
  1. ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι.