Orestes

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σύ νύν μʼ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ
  2. ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.
Ὀρέστης
  1. ἅλις τὸ μητρὸς αἷμʼ ἔχω· σὲ δʼ οὐ κτενῶ,
  2. ἀλλʼ αὐτόχειρι θνῇσχʼ ὅτῳ βούλῃ τρόπῳ.
Ἠλέκτρα
  1. ἔσται τάδʼ· οὐδὲν σοῦ ξίφους λελείψομαι.
  2. ἀλλʼ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.
Ὀρέστης
  1. τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε
  2. θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.
Ἠλέκτρα
  1. ὦ φίλτατʼ, ὦ ποθεινὸν ἥδιστόν τʼ ἔχων
  2. τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.
Ὀρέστης
  1. ἔκ τοί με τήξεις· καί σʼ ἀμείψασθαι θέλω
  2. φιλότητι χειρῶν. τί γὰρ ἔτʼ αἰδοῦμαι τάλας;
  3. ὦ στέρνʼ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμʼ ἐμόν,
  4. τάδʼ ἀντὶ παίδων καὶ γαμηλίου λέχους —
  5. προσφθέγματʼ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.
Ἠλέκτρα
  1. φεῦ·
  2. πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι
  3. καὶ μνῆμα δέξαιθʼ ἕν, κέδρου τεχνάσματα;
Ὀρέστης
  1. ἥδιστʼ ἂν εἴη ταῦθʼ· ὁρᾷς δὲ δὴ φίλων
  2. ὡς ἐσπανίσμεθʼ, ὥστε κοινωνεῖν τάφου.