The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. γέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει,
  2. προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο.
  3. ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλιν
  4. ψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός.
  5. αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι
  6. κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
  7. στάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν,
  8. πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ·
  9. ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
  10. πόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
  11. ἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι.
  12. μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον,