The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. χρημάτων δὲ τίς πόρος;
Κρέων
  1. ἐγὼ πορεύσω χρυσόν.
Μενοικεύς
  1. εὖ λέγεις, πάτερ.
  2. χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,
  3. ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω,
  4. μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς —
  5. προσηγορήσων εἶμι καὶ σῴσων βίον.
  6. ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. —
  7. γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
  8. κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν·
  9. ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
  10. καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν