The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
- Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
- ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
- σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
- δράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο,
- ἐλευθερώσω γαῖαν· εἴρηται λόγος.
- στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει
- δώσων, νόσου δὲ τήνδʼ ἀπαλλάξω χθόνα.
- εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις
- χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι
- πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων
- πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.