The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- χρημάτων δὲ τίς πόρος;
- ἐγὼ πορεύσω χρυσόν.
- εὖ λέγεις, πάτερ.
- χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,
- ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω,
- μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς —
- προσηγορήσων εἶμι καὶ σῴσων βίον.
- ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. —
- γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
- κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν·
- ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
- καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν
- γέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει,
- προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο.
- ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλιν
- ψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός.
- αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι
- κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
- στάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν,
- πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ·