The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.
- ἀλλʼ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,
- ἀκόλαστʼ ἐάσας μάντεων θεσπίσματα,
- φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός·
- λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε,
- πύλας ἐφʼ ἑπτὰ καὶ λοχαγέτας μολών·
- κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία·
- ἢν δʼ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ.
- ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;
- ὅπου χθονὸς τῆσδʼ ἐκποδὼν μάλιστʼ ἔσῃ.
- οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δʼ ἐμέ.
- Δελφοὺς περάσας —
- ποῖ με χρή, πάτερ, μολεῖν;
- Αἰτωλίδʼ ἐς γῆν.
- ἐκ δὲ τῆσδε ποῖ περῶ;
- Θεσπρωτὸν οὖδας.
- σεμνὰ Δωδώνης βάθρα;
- ἔγνως.
- τί δὴ τόδʼ ἔρυμά μοι γενήσεται;
- πόμπιμος ὁ δαίμων.