The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
  2. πόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
  3. ἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι.
  4. μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον,
  5. ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
  6. Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
  7. ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
  8. σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
  9. δράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο,
  10. ἐλευθερώσω γαῖαν· εἴρηται λόγος.
  11. στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει
  12. δώσων, νόσου δὲ τήνδʼ ἀπαλλάξω χθόνα.
  13. εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις
  14. χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι
  15. πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων
  16. πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.
Χορός
  1. ἔβας ἔβας,
  2. ὦ πτεροῦσσα, γᾶς λόχευμα
  3. νερτέρου τʼ Ἐχίδνας,
  4. Καδμείων ἁρπαγά,