The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τε
  2. θήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών,
  3. κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν
  4. τὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν.
  5. τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον,
  6. πρὸς οἶκον. ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ,
  7. μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ,
  8. πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ·
  9. ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγων
  10. ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον
  11. χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα.
Χορός
  1. Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας;
  2. κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.
Κρέων
  1. τί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι.
  2. ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς,
  3. ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.
  4. πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,
  5. οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.
  6. μή μʼ εὐλογείτω τἀμά τις κτείνων τέκνα.
  7. αὐτὸς δʼ — ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου —