The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς
  2. πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
  3. πόλει παρασχεῖν φάρμακον σωτηρίας —
  4. ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα
  5. τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;
Κρέων
  1. ἐπίσχες αὐτοῦ, πρέσβυ.
Τειρεσίας
  1. μὴ ʼπιλαμβάνου.
Κρέων
  1. μεῖνον, τί φεύγεις;
Τειρεσίας
  1. ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ.
Κρέων
  1. φράσον πολίταις καὶ πόλει σωτηρίαν.
Τειρεσίας
  1. βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.
Κρέων
  1. καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;
Τειρεσίας
  1. θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
Κρέων
  1. ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
Τειρεσίας
  1. κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.
  2. πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,
  3. ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν;
Κρέων
  1. ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.
Τειρεσίας
  1. ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.
Κρέων
  1. ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.