The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.
- ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ
- χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,
- ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ
- οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ
- ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς
- δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.
- ἁγὼ τί οὐ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη
- ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;
- ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον·
- πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
- Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη
- πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.
- σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι,
- εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.
- ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου
- μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός,
- ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.
- ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,
- μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.