The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.
- κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
- δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·
- κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,
- οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ·
- καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω
- λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
- οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·
- ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ,
- δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.
- βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
- ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·
- ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα,
- τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
- Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα
- χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν,
- λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,
- ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν
- πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·
- αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ