The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.
  2. ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ
  3. χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,
  4. ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ
  5. οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ
  6. ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς
  7. δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.
  8. ἁγὼ τί οὐ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη
  9. ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;
  10. ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον·
  11. πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
  12. Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη