The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.
  2. σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι,
  3. εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.
  4. ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου
  5. μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός,
  6. ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.
  7. ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,
  8. μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.
  9. ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς
  10. πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
  11. πόλει παρασχεῖν φάρμακον σωτηρίας —
  12. ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα