The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ,
  2. δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.
  3. βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
  4. ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·
  5. ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα,
  6. τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
Τειρεσίας
  1. Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα
  2. χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν,
  3. λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,
  4. ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν
  5. πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·
  6. αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ