The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ
  2. χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
Τειρεσίας
  1. εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον;
Κρέων
  1. οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος
  2. καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.
Τειρεσίας
  1. κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
  2. δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·
  3. κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,
  4. οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ·
  5. καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω
  6. λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
Κρέων
  1. οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·