The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ-
- ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼ
- Ἀρηΐοις στεφάνοισιν.
- ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ
- ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς·
- δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν,
- πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·
- κλήρους τέ μοι φύλασσε παρθένῳ χερί,
- οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν
- θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι.
- τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι
- πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς
- πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,
- πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.
- θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς
- ἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον·
- ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ
- χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
- εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον;
- οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος