The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Καδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα
- θάλλει παίδων
- Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.
- οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν,
- οὐδʼ οἱ μὴ νόμιμοι
- παῖδες ματρὶ λόχευμα, μίασμα πατρός·
- ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.
- ---
- ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε,
- βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις,
- τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος
- γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος·
- Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους
- ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας
- τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα
- διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,
- Δίρκα χλοεροτρόφον ᾇ πεδίον
- πρόπαρ Ἰσμηνοῦ καταδεύει·
- Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ,
- Καδμείων βασιλῆας ἐγείνατο,