The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἱππείαις ἐπὶ χεύμασι βαίνων
- Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας
- Σπαρτῶν γένναν,
- ἀσπιδοφέρμονα θίασον ἐνόπλιον,
- ἀντίπαλον κατὰ λάινα τείχεα
- χαλκῷ κοσμήσας.
- ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε
- μήσατο πήματα γᾶς βασιλεῦσιν,
- Λαβδακίδαις πολυμόχθοις.
- ὦ ζαθέων πετάλων πολυθηρότα-
- τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,
- μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας,
- ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,
- χρυσοδέτοις περόναις ἐπίσαμον·
- μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν
- πένθεα γαίας
- Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς,
- ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς
- τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς
- γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας